Psalms 116

1
LXX: Psa.114:1
Αλληλουια. Ἠγάπησα, ὅτι εἰσακούσεται κύριος τῆς φωνῆς τῆς δεήσεώς μου,
2
LXX: Psa.114:2
ὅτι ἔκλινεν τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.
3
LXX: Psa.114:3
περιέσχον με· ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με θλῖψιν καὶ ὀδύνην εὗρον.
4
LXX: Psa.114:4
καὶ τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην κύριε, ῥῦσαι τὴν ψυχήν μου.
5
LXX: Psa.114:5
ἐλεήμων κύριος καὶ δίκαιος, καὶ θεὸς ἡμῶν ἐλεᾷ.
6
LXX: Psa.114:6
φυλάσσων τὰ νήπια κύριος· ἐταπεινώθην, καὶ ἔσωσέν με.
7
LXX: Psa.114:7
ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι κύριος εὐηργέτησέν σε,
8
LXX: Psa.114:8
ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος.
9
LXX: Psa.114:9
εὐαρεστήσω ἐναντίον κυρίου ἐν χώρᾳ ζώντων.
10
LXX: Psa.115:1
Αλληλουια. Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.
11
LXX: Psa.115:2
ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου Πᾶς ἄνθρωπος ψεύστης.
12
LXX: Psa.115:3
τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέν μοι;
13
LXX: Psa.115:4
ποτήριον σωτηρίου λήμψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι.
14 15
LXX: Psa.115:6
τίμιος ἐναντίον κυρίου θάνατος τῶν ὁσίων αὐτοῦ.
16
LXX: Psa.115:7
κύριε, ἐγὼ δοῦλος σός, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου. διέρρηξας τοὺς δεσμούς μου,
17
LXX: Psa.115:8
σοὶ θύσω θυσίαν αἰνέσεως·
18
LXX: Psa.115:9
τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ
19
LXX: Psa.115:10
ἐν αὐλαῖς οἴκου κυρίου ἐν μέσῳ σου, Ιερουσαλημ.
Copyright information for LXX